Add parallel Print Page Options

14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. 15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.

16 Καὶ ἦλθεν [a]εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον [b]τοῦ προφήτου Ἠσαΐου καὶ [c]ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον· 18 Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν [d]με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, 19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων [e]οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· [f]Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:16 εἰς WH Treg NIV ] + τὴν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:17 τοῦ προφήτου Ἠσαΐου WH Treg NIV ] Ἠσαΐου τοῦ προφήτου RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:17 ἀναπτύξας NIV RP ] ἀνοίξας WH Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:18 με WH Treg NIV ] + ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:20 οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ WH Treg NIV ] ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:22 Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος WH NIV ] Οὐχὶ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ Treg; Οὐχ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ RP